Add parallel Print Page Options

Καὶ εἰσῆλθεν πάλιν [a]εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα [b]κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ [c]τὴν χεῖρα ἔχοντι ξηράν· [d]Ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν [e]ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν [f]χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [g]αὐτοῦ. καὶ ἐξελθόντες οἱ Φαρισαῖοι [h]εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον [i]ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:1 εἰς WH ] + τὴν Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:2 κατηγορήσωσιν WH NIV RP ] κατηγορήσουσιν Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ] τὴν ξηράν χεῖρα ἔχοντι NIV; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:4 ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 χεῖρα NIV ] + σου WH Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 αὐτοῦ WH Treg NIV ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 ἐδίδουν WH Treg NIV ] ἐποίουν RP